Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.275 Joseph. AJ 8.278 (English) >>Joseph. AJ 8.283

8.277ἀλλʼ οὐκ οἶμαι καὶ ταύτης αὐτὸν ἀπολαύσειν ἐπὶ πλείονα χρόνον, ἀλλὰ δοὺς καὶ τοῦ παρεληλυθότος δίκην τῷ θεῷ παύσεται τῆς παρανομίας καὶ τῶν ὕβρεων, ἃς οὐ διαλέλοιπεν εἰς αὐτὸν ὑβρίζων καὶ ταὐτὰ ποιεῖν ὑμᾶς ἀναπεπεικώς, οἳ μηδὲν ἀδικηθέντες ὑπὸ τοῦ πατρός, ἀλλʼ ὅτι μὴ πρὸς ἡδονὴν ἐκκλησιάζων ὡμίλησεν ἀνθρώπων πονηρῶν συμβουλίᾳ πεισθείς, ἐγκατελίπετε τῷ δοκεῖν ὑπʼ ὀργῆς ἐκεῖνον, ταῖς δʼ ἀληθείαις αὑτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἐκείνου νόμων ἀπεσπάσατε. 8.278καίτοι συνεγνωκέναι καλῶς εἶχεν ὑμᾶς οὐ λόγων μόνον δυσκόλων ἀνδρὶ νέῳ καὶ δημαγωγίας ἀπείρῳ, ἀλλʼ εἰ καὶ πρός τι δυσχερὲς νεότης αὐτὸν καὶ ἀμαθία τῶν πραττομένων ἐξῆγεν ἔργον, διά τε Σολόμωνα τὸν πατέρα καὶ τὰς εὐεργεσίας τὰς ἐκείνου· παραίτησιν γὰρ εἶναι δεῖ τῆς τῶν ἐγγόνων ἁμαρτίας τὰς τῶν πατέρων εὐποιίας. 8.279ὑμεῖς δʼ οὐδὲν τούτων ἐλογίσασθε οὔτε τότʼ οὔτε νῦν, ἀλλʼ ἧκε στρατὸς ἐφʼ ἡμᾶς τοσοῦτος· τίνι καὶ πεπιστευκὼς περὶ τῆς νίκης; ταῖς χρυσαῖς δαμάλεσι καὶ τοῖς ἐπὶ τῶν ὀρῶν βωμοῖς, δείγματα τῆς ἀσεβείας ἐστὶν ὑμῶν ἀλλʼ οὐχὶ τῆς θρησκείας; τὸ πλῆθος ὑμᾶς εὐέλπιδας ἀπεργάζεται τὴν ἡμετέραν στρατιὰν ὑπερβάλλον; 8.280ἀλλʼ οὐδʼ ἥτις ἰσχὺς μυριάδων στρατοῦ μετʼ ἀδικημάτων πολεμοῦντος· ἐν γὰρ μόνῳ τῷ δικαίῳ καὶ πρὸς τὸ θεῖον εὐσεβεῖ τὴν βεβαιοτάτην ἐλπίδα τοῦ κρατεῖν τῶν ἐναντίων ἀποκεῖσθαι συμβέβηκεν, ἥτις ἐστὶ παρʼ ἡμῖν τετηρηκόσιν ἀπʼ ἀρχῆς τὰ νόμιμα καὶ τὸν ἴδιον θεὸν σεβομένοις, ὃν οὐ χεῖρες ἐποίησαν ἐξ ὕλης φθαρτῆς οὐδʼ ἐπίνοια πονηροῦ βασιλέως ἐπὶ τῇ τῶν ὄχλων ἀπάτῃ κατεσκεύασεν, ἀλλʼ ὃς ἔργον ἐστὶν αὑτοῦ καὶ ἀρχὴ καὶ τέλος τῶν ἁπάντων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.275 Joseph. AJ 8.278 (English) >>Joseph. AJ 8.283

Powered by PhiloLogic